Solón – Publícola. El sabio polí ico y el polí ico sabio
Ca los Alcalde Ma ín. Uni e sidad de Málaga.
1. Publ. 24 (1).8: εἰ σοφώτατος ἁπάντων ὁ Σόλων, εὐδαιμονέστατος ὁ
Ποπλικόλας Publ. 24.
2. Sol. 2.2: καίτοι φασὶν ἔνιοι πολυπειρίας ἕνεκα μᾶλλον καὶ ἱστορίας ἢ
χρηματισμοῦ πλανηθῆναι τὸν Σόλωνα. σοφίας μὲν γὰρ ἦν ὁμολογουμένως
ἐραστής, ὅς γε καὶ πρεσβύτερος ὢν ἔλεγε ( . 22 D.) ’γηράσκειν αἰεὶ πολλὰ
διδασκόμενος’.
3. Sol. 2.4: χρήματα δ' ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι
οὐκ ἐθέλω· πάντως ὕστερον ἦλθε δίκη ( . 1, 7 D).
4. Sol. 3.6: φιλοσοφίας δὲ τοῦ ἠθικοῦ μάλιστα τὸ πολιτικόν, ὥσπερ οἱ
πλεῖστοι τῶν τότε σοφῶν, ἠγάπησεν. Sol. 3.8: τοῖς δ' ἄλλοις ἀπὸ τῆς
πολιτικῆς ἀρετῆς τοὔνομα τῆς σοφίας ὑπῆρξε.
5. Sol. 6.4: πολὺς λόγος ἦν αὐτοῦ σοφίας καὶ δικαιοσύνης.
6. Sol. 14.5: πολλοὶ δὲ καὶ τῶν διὰ μέσου πολιτῶν, τὴν ὑπὸ λόγου καὶ νόμου
μεταβολὴν ὁρῶντες ἐργώδη καὶ χαλεπὴν οὖσαν, οὐκ ἔφευγον ἕνα τὸν
δικαιότατον καì φρονιμώτατον ἐπιστῆσαι τοῖς πράγμασιν.
7. Sol. 27.1: ἐγὼ δὲ λόγον ἔνδοξον οὕτω καὶ τοσούτους μάρτυρας ἔχοντα καὶ
(ὃ μεῖζόν ἐστι) πρέποντα τῷ Σόλωνος ἤθει καὶ τῆς ἐκείνου
μεγαλοφροσύνης καὶ σοφίας ἄξιον, οὔ μοι δοκῶ προήσεσθαι χρονικοῖς
τισι λεγομένοις κανόσιν …
8. Sol. 27.1: ‘Ἕλλησιν’ εἶπεν ‘ὦ βασιλεῦ Λυδῶν, πρός τε τἆλλα μετρίως ἔχειν
ἔδωκεν ὁ θεός, καὶ σοφίας τινὸς ἀθαρσοῦς ὡς ἔοικε καὶ δημοτικῆς, οὐ
βασιλικῆς οὐδὲ λαμπρᾶς, ὑπὸ μετριότητος ἡμῖν μέτεστιν, ἣ τύχαις ὁρῶσα
παντοδαπαῖς χρώμενον ἀεὶ τὸν βίον, οὐκ ἐᾷ τοῖς παροῦσιν ἀγαθοῖς μέγα
φρονεῖν οὐδὲ θαυμάζειν ἀνδρὸς εὐτυχίαν μεταβολῆς χρόνον ἔχουσαν.
9. Publ. 1.2: βασιλευομένης μὲν ἔτι τῆς Ῥώμης ἐπιφανὴς ἦν διὰ λόγον καὶ
πλοῦτον, ὧν τῷ μὲν ὀρθῶς καὶ μετὰ παρρησίας ἀεὶ χρώμενος ὑπὲρ τῶν
δικαίων, ἀφ' οὗ δὲ τοῖς δεομένοις ἐλευθερίως καὶ φιλανθρώπως
ἐπαρκῶν, δῆλος ἦν εὐθύς, εἰ γένοιτο δημοκρατία, πρωτεύσων.
10. Publ. 10.8: τὸν φθόνον τῇ μετριότητι ταύτῃ καθαιρῶν καὶ κολούων
11. Publ. 24(1).1: Ἆρ' οὖν ἴδιόν τι περὶ ταύτην τὴν σύγκρισιν ὑπάρχει καὶ μὴ
πάνυ συμβεβηκὸς ἑτέρᾳ τῶν ἀναγεγραμμένων, τὸν ἕτερον μιμητὴν
γεγονέναι τοῦ ἑτέρου, τὸν ἕτερον δὲ μάρτυν;
12. Publ. 24(1).8: Ποπλικόλᾳ δ' ὑπῆρχεν οὐ μόνον μὴ κακῶς πλουτεῖν, ἀλλὰ
καὶ καλῶς ἀναλίσκειν εὖ ποιοῦντι τοὺς δεομένους. ὥστ' εἰ σοφώτατος
ἁπάντων ὁ Σόλων, εὐδαιμονέστατος ὁ Ποπλικόλας. ἃ γὰρ εὔξατο τῶν
ἀγαθῶν ἐκεῖνος ὡς κάλλιστα καὶ μέγιστα, ταῦτα καὶ κτήσασθαι Ποπλικόλᾳ
καὶ φυλάξαι χρωμένῳ μέχρι τέλους ὑπῆρξεν.
13. Publ. 26(3).3-4: Τῆς δ' ὅλης πολιτείας τῇ μὲν ἀρχῇ λαμπρότερος ὁ Σόλων
… τῷ τέλει δ' ἅτερος εὐτυχὴς καὶ ζηλωτός …
14. Publ. 26(3).5: οὗτος δὲ βασιλείαν ἰσχύουσαν ἐκ πολλῶν ἤδη χρόνων καὶ
κρατοῦσαν ἐξέβαλε καὶ κατέλυσεν, ἀρετὴν μὲν ἴσην καὶ προαίρεσιν
ὁμοίαν παρασχόμενος, τύχῃ δὲ καὶ δυνάμει τελεσιουργῷ πρὸς τῇ ἀρετῇ
χρησάμενος.